Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.153 Joseph. AJ 15.159 (English) >>Joseph. AJ 15.165

15.157καὶ πέντε μὲν ἡμέραις τετρακισχίλιοι τὸ πλῆθος οὕτως ἑάλωσαν, τῇ δʼ ἕκτῃ πάντες οἱ λοιποὶ διέγνωσαν ἐξιέναι πολέμου νόμῳ χωρήσαντες ἐπὶ τοὺς ἐναντίους ἐγχειρεῖν, καὶ εἰ δέοι τι πάσχειν, αἱρούμενοι καὶ μὴ διαφθείρεσθαι κατʼ ὀλίγους ἀδόξως. 15.158ταῦτα δὲ γνόντες ἐξῆλθον μὲν τοῦ χαρακώματος, διήρκεσαν δʼ οὐδαμῶς τῇ μάχῃ, λαμπρῶς μὲν ἀγωνίσασθαι κεκακωμένοι καὶ τὰς ψυχὰς καὶ τὰ σώματα τόπον οὐκ ἔχοντες, κέρδος δʼ εἰ θνήσκοιεν ἐν συμφορᾷ τὸ ζῆν ποιούμενοι, καὶ πίπτουσιν αὐτῶν ἐν τῇ προτέρᾳ μάχῃ περὶ ἑπτακισχιλίους. 15.159τοιαύτῃ δὲ πληγῇ χρησαμένων φρονήματος μὲν ὅσον ἦν πρότερον αὐτοῖς ἀφῄρηντο, τεθαυμακότες δὲ ἐν ταῖς οἰκείαις συμφοραῖς τὴν Ἡρώδου στρατηγίαν εἴς τε τὸ λοιπὸν εἶξαν καὶ προστάτην ἀπεφήναντο τοῦ ἔθνους. 15.160 δὲ πλεῖστον ἐπὶ τοῖς εὐημερήμασιν ἠξιωκὼς φρονεῖν ἀνέστρεψεν εἰς τὴν οἰκείαν, προσειληφὼς ἀξίωμα καὶ διὰ ταύτην τὴν ἀνδραγαθίαν. 15.161

Τὰ μὲν οὖν ἄλλα καλῶς εἶχεν αὐτῷ δυσεπιχειρήτῳ κατὰ πάντα γεγενημένῳ, κίνδυνος δʼ ἐμπίπτει τὴν ὑπὲρ τῶν ὅλων κρίσιν ἐξάγων Ἀντώνιον Καίσαρος ἐν τῇ κατʼ Ἄκτιον μάχῃ νενικηκότος· 15.162τότε γὰρ ἀπέγνωστο αὐτῷ τε Ἡρώδῃ τὰ πράγματα καὶ τοῖς περὶ αὐτὸν ὁμοίως ἐχθροῖς τε καὶ φίλοις· οὐ γὰρ ἦν εἰκὸς ἀτιμώρητον μενεῖν τοσαύτης αὐτῷ φιλίας πρὸς Ἀντώνιον γεγενημένης.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.153 Joseph. AJ 15.159 (English) >>Joseph. AJ 15.165

Powered by PhiloLogic